Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.54 Joseph. AJ 19.61 (English) >>Joseph. AJ 19.66

19.58ἄξιος δʼ ἂν εἴην παρὰ σοὶ δικαστῇ πίστεως ἐπὶ τοιούτοις τυγχάνειν ὑπὸ τοῦ ὅμοια φρονεῖν αὐτοῖς καὶ σὲ μὴ ἀπηλλάχθαι.” 19.59

Μινουκιανὸς δὲ τὴν ὁρμὴν τῶν λόγων θεασάμενος ἠσπάζετό τε ἀσμένως καὶ προσπαρίστατο τὴν τόλμαν αὐτοῦ ἐπαινέσας τε καὶ ἀσπασάμενος μετʼ εὐχῶν καὶ ἱκετείας ἀπελύοντο. 19.60καὶ ἰσχυρίζοντό τινες ὡς βεβαιοῦν τὰ εἰρημένα εἰσιόντος γὰρ εἰς τὸ βουλευτήριον Χαιρέου φωνὴν ἐκ τοῦ πλήθους γενέσθαι τινὸς ἐπʼ ἐξορμήσει κελεύοντος περαίνειν μὲν δὴ τὸ πρακτέον καὶ προσλαμβάνειν τὸ δαιμόνιον. 19.61καὶ τὸν Χαιρέαν τὸ μὲν πρῶτον ὑπιδέσθαι, μὴ καί τινος τῶν συνωμοτῶν προδότου γεγονότος ἁλίσκοιτο, καὶ τέλος συνέντα ἐπὶ προτροπῇ φέρειν πρῶτον εἴτε παραινέσει τῶν συνεγνωκότων ἀντισημαίνοντός τινος, εἴτε δὴ καὶ τοῦ θεοῦ, ὃς ἐφορᾷ τὰ ἀνθρώπινα, αἴροντος αὐτόν. 19.62διεληλύθει δὲ διὰ πολλῶν τὸ ἐπιβούλευμα καὶ πάντες ἐν ὅπλοις παρῆσαν, οἱ μὲν τῶν βουλευτῶν ὄντες οἱ δὲ ἱππεῖς καὶ ὁπόσοι τοῦ στρατιωτικοῦ συνῄδεσαν· οὐδεὶς γὰρ ἦν, ὃς μὴ ἐν εὐδαιμονίᾳ ἂν ἠρίθμει τὴν Γαΐου μετάστασιν· 19.63καὶ διʼ αὐτὸ πάντες ἠπείγοντο ὁποίῳ δύναιτό τις τρόπῳ μηδὲ ἑκὼν εἶναι τῆς ἐπὶ τοιούτοις ἀρετῆς ὑστερεῖν, ἀλλʼ ὡς ἔχοι προθυμίας δυνάμεως καὶ λόγοις καὶ διʼ ἔργων ἦρτο ἐπὶ τῇ τυραννοκτονίᾳ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.54 Joseph. AJ 19.61 (English) >>Joseph. AJ 19.66

Powered by PhiloLogic